Ancient Greek · ~2 min
<ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΠΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ. >, Chapter praef
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 1-2
Not analysed yet
οὐδένα μῦθον τῶν παρ’ Ελλησι ὠνομασμένων παραιτητέον. πιστὰ γὰρ καὶ τὰ ἀσύστατα αὐτῶν δόγματα ἡγητέον διὰ τὴν ὑπερβάλλουσαν τῶν αἱρετικῶν μανίαν, οἳ διὰ τὸ σιωπᾶν ἀποκρύπτειν τε τὰ ἄρρητα ἑαυτῶν μυστήρια ἐνομίσθησαν πολλοῖς θεὸν σέβειν· ὦν καὶ πάλαι μετρίως τὰ δόγματα ἐξεθέμεθα, οὐ κατὰ λεπτὸν ἐπιδείξαντες, ἀλλ ἁδρομερῶς ἐλέγξαντες, μὴ †ἂν ἄξιον ἡγησάμενοι τὰ ἄρρητα εἰς φῶς ἄγειν, ὅπως, δι' αἰνιγμάτων ἡμῶν ἐκθεμένων τὰ δόξαντα αὐτοῖς αἰσχυνθέντες, μήποτε καὶ τὰ ἄρρητα ἐξειπόντες ἀθέους ἐπιδείξωμεν, παύσωνταί τι τῆς ἀλογίστου γνώμης καὶ ἀθεμίτου ἐπιχειρήσεως.