Ancient Greek
<ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΠΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ. >, Chapter praef
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 2
Not analysed yet
ἀλλ’ ἐπεὶ ὁρῶ μὴ δυσωπουμένους αὐτοὺς τὴν ἡμετέραν ἐπιείκειαν μηδὲ λογιζομένους, ὡς θεὸς μακροθυμεῖ ὑπ' αὐτῶν βλασφημούμενος, ὅπως ἢ αἰδεσθέντες μετανοήσωσιν ἢ ἐπιμείναντες κριθῶσι, βιασθεὶς πρόειμι δείξων αὐτῶν τὰ ἀπόρρητα μυστήρια, ἃ τοῖς μυουμένοις μετὰ μεγάλης ἀξιοπιστίας παραδιδόασιν οὐ πρότερον ὁμολογήσαντες, εἰ μὴ τὸν τοιοῦτον δουλώσονται χρόνῳ ἀνακρεμάσαντες καὶ κλάσφημον πρὸς τὸν ὄντως θεὸν κατασκευάσαντες καὶ περιεργίᾳ γλιχόμενον τῆς ἐπαγγελίας ἴδωσι.