Ancient Greek
<ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΠΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ. >, Chapter 1
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 1-3
Not analysed yet
Λέγεται Θαλῆν τὸν Μιλήσιον ἴνα τῶν ἑπτὰ σοφῶν πρῶτον ἐπικεχειρηκέναι φιλοσοφίαν φυσικήν. οὖτος ἴφη ἀρχὴν τοῦ εἶναι καὶ τέλος τὸ ὕδωρ. ἐκ γὰρ αὐτοῦ τὰ πάντα συνίστασθαι πηγνυμένου καὶ πάλιν διανιεμένου ἐπιφέρεσθαί τε αὐτῷ τὰ πάνται ἀφ' οὑ καὶ σεισμοὺς καὶ πνευμάτων συστροφὰς καὶ ἄστρων κινήσεις γίνεσθαι· καὶ τὰ πάντα φέρεσθαί τε καὶ ῥεῖν τῇ τοῦ πρώτου ἀρχηγοῦ τῆς γενέσεως αὐτῶν φύσει συμφερόμενα. θεὸν δὲ τοῦτ' εἶναι, τὸ μήτε ἀρχὴν μήτε τελευτὴν ἔχον. οὖτος περὶ τὸν τῶν ἄστρων λόγον καὶ τὴν ζήτησιν ἀσχοληθεὶς Ἒλλησι ταύτης τῆς μαθήσεως αἴτοις πρῶτος γίνεται, ὃς ἀποβλέπων πρὸς τὸν οὐρανὸν καὶ τὰ ἐπιμελῶς κατανοεῖν λέγων εἰς φρέαρ ἐνέπεσεν, ὃν ἐγγελῶσά τις Θρᾷττα τοὔνομα, ἔφη· τὰ ἐν οὐρανῷ προθυμούμενος ἰδεῖν τὰ ἐν ποσὶν οὐκ εἶδεν. ἐγένετο δὲ κατὰ Κροῖσον.