Ancient Greek
9 to 11
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 9-11
Not analysed yet
ἔπειτα συμβαλεῖν ἑκάστην αἵρεσιν ἑκάστῳ, ὡς τούτοις τοῖς ἐπιχειρήμασιν ἐπιβαλόμενος ὁ πρωτοστάτης τῆς αἱρέσεως ἐπλεονέκτησε λαβόμενος τὰς ἀρχὰς κοὶ ἐκ τούτων ἐπὶ τὰ χείρονα ὁρμηθεὶς δόγμα συνεστήσατο. ἔστι μὲν οὖν πόνου μεστὸν τὸ ἐπιχειρούμενον καὶ πολλῆς δεόμενον ἱστορίας, ἀλλ' οὐκ ἐνδεήσομεν· ὕστερον γὰρ εὐφρανεῖ ὡς ἀθλητὴν μετὰ πολὺν πόνον στεφάνου τυχόντα ἢ ἔμπορον μετὰ μέγαν θαλάσσης σάλον λερδἀμαμτα ἢ γεωργὸν μετὰ ἱδρῶτα προσώπου καρπῶν ἀπολαύσαντα ἢ προφήτην μετὰ ὁνειδισμοὺς καὶ ὒβρεις ὁρῶντα τὰ λαληθέντα ἀποβαίνοντα. Ἀρξάμενοι τοίνυν ἐροῦμεν, τίνες οἱ παρ’ Ἒλλησι πρῶτοι φιλοσοφίαν φθσικὴν ἐπιδείξαντες. τούτων γὰρ μάλιστα γεγένηνται κλεψίλογοι οἱ τῶν αἱρέσεων πρωτοστατήσαντες, ὡς μετέπειτα έν τῇ πρὸς ἀλλήλους συμβολῇ ἐπιδείξομεν. ἑκάστῳ δὲ τῶν προαρξαμένων τὰ ἴδια ἀποδιδόντες γυμνοὺς καὶ ἀσχήμονας τοὺς αἱρεσιάρχας παραστησομεν.