Ancient Greek · ~6 min
12.1 to 12.5
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 12.1-3-5
Not analysed yet
Ἔστι γοῦν καὶ ἑτέρα τι; Περατική. ὧν πολλοῖς ἔτεσιν ἔλαθεν ἡ κατὰ Χριστοῦ δυσφημία· ὡν νῦν εἰς φανερὸν ἄγειν ἔδοξε τὰ ἀπόρρητα μυστήρια. οὗτοι φάσκουσι τὸν κόσμον εἶναι ἴνα, τριχῇ διῃρημένον. ἔστι δὲ τῆς τριχῇ διαιρέσεως παρ’ αὐτοῖς τὸ μὲν ἓν μέρος οἷον μία τις ἀρχή. καθάπερ πηγὴ μεγάλη εἰς ἀπείρους τῷ λόγῳ τμηθῆναι τομὰς δυναμένη· ἡ δὲ πρώτη τομὴ καὶ προσεχεστέρα κατ αὐτούς ἐστι τριάς καὶ καλεῖται ἀγαθὸν τέλειον, μέγεθος πατρικόν. τὸ Τε δεύτερον τῆς τριάδος αὐτῶν μέρος οἱονεὶ δυνάμεων ἄπειρόν τι πλῆθος ἐξ αὐτῶν γεγενημένων· τὸ τρίτον ἰδικόν. καὶ ἔστι τὸ μὲν πρῶτον ἀγέννητον, ὅπερ ἐστὶν ἀγαθόν· τὸ Τε δεύτερον ἀγαθὸν αὐτογενές· τὸ τρίτον γεννητόν· ὅθεν διαρρήδην λέγουσι τρεῖς θεούς, τρεῖς λόγους, τρεῖς νοῦς, τρεῖς ἀνθρώπους. ἑκάστῳ γὰρ μέρει τοῦ κόσμου, τῆς διαιρέσεως διακεκριμένης, διδόασι καὶ θεοὺς καὶ λόγους καὶ νοῖ· ς καὶ ἀνθρώπους καὶ τὰ λοιπά. ἄνωθεν δὲ ἀπὸ τῆς ἀγεννηὕδρα] σίας καὶ <τῆς> πρώτης τοῦ κόσμου τομῆς, καθεστηκότος λοιπὸν κόσμου ἐπι συντελεία, κατεληλυθέναι δι᾿ αἰτίας ἃς ὕστερον ἐροῦμεν, ἐν τοῖς Ἡρώδου χρόνοις τριφυῆ τινα καὶ τρισώματον καὶ τριδύναμον ἄνθρωπον καλούμενον Χριστόν, ἀπὸ τῶν τριῶν ἔχοντα τοῦ κόσμου μερῶν ἐν ἑαυτῶ πάντα τὰ συγκρίματα καὶ τὰς δυνάμεις. καὶ τοῦτο εἶναί φησι τὸ λεγόμενον· πᾶν τὸ πλήρωμα εὐδόκησε κατοικῆσαι ἐν αὐτῷ σωματικῶς, καὶ πᾶσά ἐστιν ἐν αὐτῷ ἡ θεότης‘ τῆς οὕτω διῃρημένης τριάδος. κατενηνέχθαι γάρ φησιν ἀπὸ τῶν ὑπερκειμένων κόσμων δύο, τοῦ τε ἀγεννήτου καὶ τοῦ αὐτογενοῦς, εἰς τοῦτον τὸν κόσμον, ἐν ᾦ ἐσμεν ἡμεῖς. παντοίων δυνάμεων σπέρματα.