Ancient Greek · ~2 min
ΒΙΒΛΟΝ Ζ, Chapter 19
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 19.4
Not analysed yet
Φυσικὴ γάρ τις ἀκρόασις αὐτῷ γέγονεν, ἐν ᾗ πεπόνηται περὶ τῶν φύσει καὶ οὐ προνοίᾳ διοικουμένων ἀπὸ τῆς γῆς μέχρι τῆς σελήνης πραγμάτων. γέγονε δὲ αὐτῷ καὶ Μετὰ τὰ φυσικὰ περὶ τῶν μετὰ σελήνην ἰδία τις ἄλλη οὕτως ἐπιγραφομένη πραγματεία λόγων· γέγονε δὲ αὐτῷ περὶ πέμπτης οὐσίας ἴδιος λόγος, ὅς ἐστιν αὐτῷ θεολογούμενος. τοιαύτη τις καὶ ἡ διαίρεσις τῶν ὅλων, ὡς τύπῳ περιλαβεῖν, <καὶ τῆς> κατὰ Ἀριστοτέλην φιλοσοφίας.