Ancient Greek · ~3 min
19.5 to 19.7
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 19.5-2-7
Not analysed yet
Περὶ ψυχῆς αὐτῷ λόγος ἐστὶν ἀσαφής. ἐν τρισὶ γὰρ συγγράμμασιν ὅλοις οὐκ ἔστιν εἰπεῖν σαφῶς ὅ τι φρονεῖ περὶ ψυχῆς Ἀριστοτέλης. ὃν γὰρ ἀποδίδωσι τῆς ψυχῆς ὄρον ἔστιν εἰπεῖν ῥᾳδιον, τὸ δὲ ὑπὸ ὅρου δεδηλωμένον ἐστὶ δυσεύρετον. ἔστι γάρ, φησί, φυχὴ φυσικοῦ σώματος ὀργανικοῦ ἐντελέχεια, ἣ τίς ποτέ ἐστι, λόγων πάνυ <πάνυ πολλῶν> δεῖται καὶ μελάλης ζητήσεως. ὁ δὲ θεός, ὁ πάντων τούτων τῶν ὄντων καλῶν αἴτιος, οὑτος τῆς ψυχῆς ἐστι πάνυ πολλῶν] καὶ μακροτέρῳ λόγῳ θεωροῦντι γνωσθῆναι χαλεπώτερος. ὁ δὲ ὅρος, ὁν Ἀριστοτέλης ἀποδίδωσι περὶ τοῦ θεοῦ, χαλεπὸς μὲν οὐκ ἔστι γνωσθῆναι. νοηθῆναι δέ ἐστιν ἀμήχανος. νόησις‘ γάρ, φησίν, »ἔστι νοήσεως«, ὅπερ ἔστι |παντάπασιν οὐκ ὄν. ὁ δὲ κόσμος ἄφθαρτος, ἀίδιος κατὰ f. Ἀριστοτέλην ἐστίν· οὐδὲν γὰρ ἔχει πλημμελὲς ἐν αὑτῷ, προνοίᾳ καὶ φύσει κυβερνώμενος.