Ancient Greek · ~2 min
ΒΙΒΛΟΝ Ζ, Chapter 19
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 19.8-3
Not analysed yet
καταβέβληται δὲ Ἀριστοτέλης οὐ μόνον περὶ φύσεως καὶ κόσμου καὶ προνοίας καὶ θεοῦ λόγους, ἀλλὰ γὰρ γέγονεν αὐτῷ καὶ πραγματεία λόγων τις ἠθικῶν, ἐπιγράφει δὲ ταῦτα Ἠθικὰ βιβλία, δέ ὡν σπουδαῖον ἐκ φαύλου τὸ τῶν ἀκροωμένων ἦθος ἐργάζεται. Ἐὰν #x003E; ὁ Βασιλείδης εὑρεθῇ μὴ τῇ δυνάμει μόνῃ ἀλλὰ καὶ ^τοῖς λόγοις αὐτοῖς καὶ τοῖς ὀνόμασι τὰ τοῦ Ἀριστοτέλους δόγματα εἰς τὸν εὐαγγελικὸν καὶ σωτήριον ἡμῶν λόγον μεθαρμοζόμενος, τί λείψει ἢ τὰ ἀλλότρια ἀποδόντας ἐπιδεικνύναι τοῖς τούτου μαθηταῖς. ὅτι ἐθνικοὺς ὄντας αὐτοὺς Χρωτὸς οὐδὲν ὠφελήσει;