Ancient Greek · ~4 min
ΤΟΥ ΚΑΤΑ ΠΔΣΩΝ ΑΙΠΕΣΕΩΝ ΕΑΕΓΧΟΥ ΒΙΒΔΙΟΝ >, Chapter 21
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 21-2
Not analysed yet
Ἔατι μὲν οὖν ὴ Οὐαλεντίνου αἴρεσις Πυθαγορικὴν ἔχουσα καὶ Πλατωνικὴν τὴν ὑπόθεσιν. καὶ γὰρ Πλάτων ὁλως ἐν τῷ Τιμαίῳ τὸν Πυθαrόραν ἀπεμáζατο· τοιγαροῦν καὶ ὁ Τίμαιος αὐτός ἐοτιν αὐτῷ Πυθαγόρειος ζένος. διὸ δοκεῖ ὀλίγα τῆς Πυθαγορείου καὶ Πλατωνικῆς ὑπομνησθέντας ὑποθέσεως ἄρασθαι καὶ τὰ Οὐαλεντίνου λέγειν. εἰ γὰρ καὶ έν τοῖς πρόερον ὑφ’ ἡμῶν πεπονημένοις ἔγκεινται καὶ τὰ Πυθαγόρᾳ καὶ Πλάτωνι δεδοκημένα, ἀλλά γε καὶ νῦν οὐκ ἀλόγως ὑπομνησθήσομαι δι’ ἐπιτομῆς τὰ κορυφαιότατα τῶν αύτοῖος ἀρε σκομένων, πρὸς τὸ εὐεπίγνωστα γενέσθαι τὰ Οὐαλεντίνῳ δόξαντα διὰ τῆς έγγίνος παραβάσεως καὶ ὸμοίας συγκρίσεως, τῶν μὲν πάλαι απ Αἰγυπτίων ταῦτα παραλαβόντων καὶ εὶς Ἕλληνας μεταδιδαξάντων, τοῦ δὲ παρὰ τούτων, ὅτι <δὲ> παρ’ αὐτῶν, διαψευσαμένου ἰδίαν δόξαν συστῆσαι πεπειραμένου, ***σπαράσσοντα μὲν τὰ ἐκείνων ὀνόμασι καὶ ἀριθμοῖς, ἰδίως δὲ καλέσαντα καὶ μέτροις διορίσαντα, ὅπως αἵρεαιν Ἑλληνικὴν ποικίλην μέν, ἀσύστατον δὲ κοὶ οὐκ ἀνήκουσαν Χριστῷ συστήσῃ.