Ancient Greek · ~2 min
ΤΟΥ ΚΑΤΑ ΠΔΣΩΝ ΑΙΠΕΣΕΩΝ ΕΑΕΓΧΟΥ ΒΙΒΔΙΟΝ >, Chapter 22
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 22-2
Not analysed yet
Ἡ μὲν οὖν ἀρχὴ τῆς ὐποθέσεώς έστιν ἐν τῷ Τιμαίῳ τῷ πλάτωνι σοφία Αἐγυπτίων· έκεῖθεν γὰρ ό Σόλων τὴν ὅλην ὑπόθεσιν περὶ τῆς κόσμου γενέσεως καὶ φθορᾶς παλαιῷ τινι λόγω̣ καὶ προφητικῷ, ὥς φησιν ό Πλάτων, τοὺς Ἕλληνας ἐδίδαξε, παῖδας ὄντας καὶ πρεσβύτερον ἐπισταμένους μάθημα οὐδὲν θεολογούμενον. ἵν’ οὖν παρακολουθήσωμεν τοῖς λόγοις, οἶς καταβἐβληται Οὐαλεντῖνος, προεκθήσομαι νῦν, τίνα ἐστὶν ὅ Πυθαγόρας ό Σάμιος μετὰ τῆς ὐμνουμένης ἐκείνης παρὰ τοῖς Ἕλλησι <σι> φιλοσοφεῖ, εἶθ᾿ οὕτως ἅ <παρὰ> Πυθαγόρου λαβὼν καὶ Πλάτωνος Οὐαλεντῖνος ἀνατίθησι Χριστῷ καὶ πρὸ τοῦ Χριστοῦ τῷ πατρὶ τῶν ὄλων καὶ Σιγῇ τῇ διεζευγμένῃ τῷ πατρί.