Ancient Greek · ~1 min
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 24
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 24
Not analysed yet
Ἐν Αἰγοκέρῳ τύπος· σώματι ὑποπύρρῳ, τριχὶ ὑποπολιᾷ προαλεῖ, στόματι στρογγύλῳ, ὀφθαλμοῖς ὡς ἀετοῦ, ὀφρύσι συντεθειμέναις, μετώπῳ ἠνοιγμένῳ, ὑποφάλακροι, τὰ ὑποκάτω μέρη τοῦ σώματος ἰσχυρότερα. οἱ αὐτοὶ φύσεως· φιλόσοφοι, καταφρονηταὶ καὶ τὸ παρὸν καταγελασταί, ὀργίλοι, συγχωρηταί, καλοί, ἀγαθοποιοί, πράγματος μουσικοῦ φιληταί ,ἐν οἴνῳ ὀργίλοι, γελοῖοι, συνήθεις, λάλοι, παιδερασταί, ἱλαροί, προσφιλεῖς, φιληταί, ἐρεθίζοντες, εἰς κοινωνίαν εὔχρηστοι.