Ancient Greek
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 25
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 25-2
Not analysed yet
Ἐν Υδροχόῳ τύπος· μεγέθει τετράγωνος, στόματι ὀλίγῳ, ὀφθαλμοῖς ὀξέσι λεπτοῖς γοργοῖς, ἐπιτάκτης, ἀχάριστος, ὀξύς, εὐχερῶς εὑρίσκων, πρὸς φιλίαν εὔχρηστος καὶ πρὸς κοινωνίαν. ἔτι ἐξ ὐγρῶν πραγμάτων πορίζουσι τοὺς πορισμοὺς **ἀπόλλουσιν. οἱ αὐτοὶ φύσεως· σιγηροί, αἰσχυντηροί, συνήθεις, μοιχοί, σκνιφοί, πράγμασι †ποιούμενοι, θορυβιασταί, καθάριοι, εὐφυεῖς, καλοί, ὀφρύσι μεγάλαις· πολλάκις ἐν λεπτοῖς πράγμασι γεννῶνται καὶ †δίφρων πραγματείαν γυμνάζουσι. τινὶ ἂν καλῶς ποιήσωσιν, οὐδεὶς αὐτοῖς χάριτας ἀποδιδοῖ.