Ancient Greek · ~2 min
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 27
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 27
Not analysed yet
Ἐπεὶ καὶ τούτων τὴν θαυμαστὴν σοφίαν ἐξεθέμεθα τήν τε πολυμέριμνον αὐτῶν δι΄ ἀπονοίας μαντικὴν οὐκ ἀπεκρύψαμεν, οὐδὲ ἐν οἷς σφαλλόμενοι ματαιάζουσι σιωπήσομεν. ἄστρων γὰρ ὀνόμασιν εἴδη καὶ φύσεις ἀνθρώπων παραβάλλοντες πῶς ἠσθένησαν. τὰ μὲν γὰρ ἄστρα ἴσμεν τοὺς ἀέ ἀρχῆς νομίσαντας †ἰδεῖν κατανοεῖν ὀνόμασι κακληκέναι πρὸς τὸ εὔσημα καὶ εὐεπίγνωστα τυγχάνειν. τίς γὰρ τούτων ὁμοιότης πρὸς τὴν τῶν ζῳδίων εἰκόνα ἢ τίς ὁμοία φύσις πράξεώς τε καὶ ἐνεγρείας, ἴνα τις τὸν ἐν Λέοντι φάσκῃ θυμικόν, τὸν δὲ ἐν Παρθένῳ μέτριον ἢ ἐν Καρκίνῳ κακόν, τοὺς δὲ ἐν ***