Ancient Greek · ~1 min
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 26
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 26
Not analysed yet
Ἐν Ἰχθύσι τύπος· μήκει μέσῳ, ὡς ἰχθύες μετώπῳ ὀξεῖ, τριχὶ δασείᾳ· πολλάκις πολιοὶ ταχέως γίνονται. οἱ αὐτοὶ φύσεως· ψυχῇ μεγάλῃ, ἀπλοῖ, ὀργίλοι, φειδωλοί, λάλοι, πρώτῃ ἡλικίᾳ ἔσονται ὑπνωτικοί, δι΄ ἑαυτῶν πραγματείαν πρᾶξαι θέλουσιν, ἔνδοξοι, τολμηροί. ζηλωτικοί, κατήγοροι, τόπον ἀλλάσσοντες, φιληταί, ὀρχησταί, εἰς φιλίαν ὠφέλιμοι.