Ancient Greek
ΒΙΒΛΟΝ Ζ, Chapter 28
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 28.7-2
Not analysed yet
τὸ δὲ γαμεῖν καὶ γεννᾶν ἀπὸ τοῦ σατανᾶ φησιν εἶναι· οἱ πλείους τε τῶν ἀτ᾿ ἐκείνου καὶ ἐμψύχων ἀπέχονται, διὰ τῆς προσποιήτου ταύτης ἐγκρατείας πλανῶντες #x003E; . τὰς δὲ προφη- τείας ἂς μὲν ἀπὸ τῶν κοσμοποιῶν ἀγγέλων λελαλῆσθαι, ἃς δὲ ἀπὸ τοῦ σατανᾶ, ὃν καὶ αὐτὸν ἄγγελον ἀντιπράττοντα τοῖς κοσμοποιοῖς ὑπέθετο, μάλιστα δὲ τῷ τῶν Ἰουδαίων θεῷ. ταῦτα μὲν οὖν ὁ Σατορνεῖλος.