Ancient Greek
29.1 to 29.3
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 29.1-3-3
Not analysed yet
Μαρκίων δὲ ὁ Ποντικὸς πολὺ τούτων μανικώτερος, τὰ πολλὰ τῶν πλειόνων παραπεμψάμενος ἐπὶ τὸ ἀναιδέστερον ὁρμήσας δύο ἀρχὰς τοῦ παντὸς ὑπέθετο, ἀγαθόν τινα λέγων καὶ τὸν ἕτερον πονηρόν· καὶ αὐτὸς δὲ νομίζων καινόν τι παρεισαγαγεῖν σχολὴν ἐσκεύασεν ἀπονοίας γέμουσαν καὶ κυνικοῦ βίου, ὤν τις μάχιμος. οὗτος νομίζων λήσεσθαι τοὺς πολλούς, ὅτι μὴ Χριστοῦ τυγχάνοι μαθητὴς ἀλλ᾿ Εμπεδοκλέους πολὺ αὐτοῦ προγενεστέρου τυγχάνοντος, ταὐτὰ ὁρίσας ἐδογμάτισε δύο εἶναι τὰ τοῦ παντὸς αἴτια, νεῖκος καὶ φιλίαν. τί γάρ φησιν ὁ Ἐμπεδοκλῆς περὶ τῆς τοῦ κόσμου διαγωγῆς εἰ καὶ προείπομεν, ἀλλά γε καὶ νῦν πρὸς τὸ ἀντιπαραθεῖναι τῇ τοῦ κλεψιλόγου αἱρέσει οὐ σιωπήσομαι.