Ancient Greek · ~2 min
ΒΙΒΛΟΝ Ζ, Chapter 29
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 29.4
Not analysed yet
οὗτός φησιν εἶναι τὰ πάντα στοιχεῖα, ἐξ ὡν ὁ κόσμος συνέστηκε καὶ ἔστιν, ἕξ, δύο μὲν ὑλικά, γῆν καὶ ὕδωρ, δύο δὲ ὄργανα, οἷς τὰ ὑλικὰ κοσμεῖται καὶ μεταβάλλεται, πῦρ καὶ ἀέρα, δύο δὲ τὰ ἐργαζόμενα τοῖς ὀργάνοις τὴν ὕλην καὶ δημιουργοῦντα, νεῖκος καὶ φιλίαν, λέγων ὡδέ πως· τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε· Ζεὺς #x003E; Ἥρη τε φερέσβιος ἠδὲ Ἀϊδωνεύς Νῆστίς τε ἣ δακρύοις τέγγει κρούνωμα βρότειον. Ζεύς ἐστι τὸ πῦρ.