Ancient Greek · ~2 min
ΒΙΒΛΟΝ Ζ, Chapter 29
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 29.10
Not analysed yet
περὶ ὧν ὁ Ἐμπεδοκλῆς ὅτι ἐστὶν ἀθάνατ δύο καὶ ἀγένητα καὶ ἀρχὴν τοῦ γενέσθαι μηδέποτε εἰληφότα, ἄλλα λέγει τοιοῦτόν τινα τρόπον· ἦ γὰρ καὶ πάρος ἦν καὶ ἔσσεται, οὐδέ ποτ’, οἵω, τούτων ἀμφοτέρων κενεώσεται ἄσπετος αἰών. τίνων τούτων; τοῦ νείκους καὶ τῆς φιλίας· οὐ γὰρ ἤρξαντο γενέσθαι, ἀλλὰ προῆσαν καὶ ἔσονται ἀεὶ διὰ τὴν ἀγεννησίαν φθορὰν ὑπομεῖναι μὴ δυνάμενα· τὸ δὲ πῦρ <καὶ τὸ ὕδωρ> καὶ ἡ γῆ ἀὴρ θνῄσκοντα καὶ ἀναβιοῦντα.