Ancient Greek · ~5 min
29.5 to 29.9
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 29.5-2-9
Not analysed yet
Ἥρῃ δὲ φερέσβιος ἡ γῆ ἡ φέρουσα τοὺς πρὸς τὸν βίον καρπούς, Ἀϊδωνεὺς δὲ ὁ ἀήρ, ὅτι πάντα δι᾿ αὐτοῦ βλέποντες μόνον αὐτὸν οὐ καθορῶμεν, Νῆστις δὲ τὸ ὔδωρ· μόνον γὰρ τοῦτο ὄχημα τροφῆς αἴτιον γινόμενον πᾶσι τοῖς τρεφομένοις, αὐτὸ καθ’ αὑτὸ τρέφειν οὐ δυνάμενον τὰ τρεφόμενα. εἰ γὰρ ἔτρεφε, φησίν, οὐκ ἄν ποτε λιμῷ κατελήφθη τὰ ςῷα, ὕδατος ἐν τῷ κόσμῳ πλεονά- ζοντος ἀεί. διὰ τοῦτο Νῆστιν καλεῖ τὸ ὕδωρ, ὅτι τροφῆς αἴτιον γινομενον τρέφειν οὐκ εὐτονεῖ τὰ τρεφόμενα. ταῦτα μὲν οὖν ἐστιν ὡς τύπῳ περιλαβεῖν τοῦ κόσμου τὰ συνέχοντα τὴν ὅλην ὑπόθεσιν· ὕδωρ καὶ γῆ, ἐξ ὡν τὰ γινόμενα, πῦρ καὶ πνεῦμα, τὰ ὄργανα καὶ τὰ δραστήρια, νεῖκος δὲ καὶ φιλία, τὰ δημιουργοῦντα τεχνικῶς. καὶ ἡ μὲν φιλία εἰρήνη τίς ἐστι καὶ ὁμόνοια καὶ στοργὴ ἕνα τέλειον κατηρτισμένον εἶναι προαιρουμένη τὸν κόσμον, τὸ δὲ νεῖκος ἀεὶ διασπᾷ τὸν ἕνα καὶ κατακερματίζει ἢ ἀπεργάζεται ἐξ ἑνὸς πολλά. ἔστι μὲν οὖν τὸ μὲν νεῖκος αἴτιον τῆς κτίσεως πάσης, ὅ φησιν »οὐλόμενον« εἶναι, τουτέστιν ὀλέθριον· μέλει γὰρ αὐτῷ, ὅπως διὰ παντὸς αἰῶνος ἡ κτίσις αὕτη συνεστήκῃ· καὶ ἔστι πάντων τῶν γεγονότων τῆς γενέσεως δημιουργὸς καὶ ποιητὴς τὸ νεῖκος τὸ ὀλέθριον, τῆς δὲ ἐκ τοῦ κόσμου τῶν γεγονότων ἐξαγωγῆς καὶ μεταβολῆς καὶ εἰς τὸ ὲν ἀποκαταστάσεως ἡ φιλία·