Ancient Greek
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ, Chapter 31
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 31-2
Not analysed yet
Ἀλλ᾿ ἐπεὶ οὐκ ἄλογον δοκεῖ ἐπιδεῖξαι ταῦτα τὰ περὶ σοφίαν ἠσχολημένα ἔθνη μεταγενέστερα ὄντα τῶν θεὸν σεβασάντων, εὔλογον εἰπεῖν καὶ πόθεν τὸ γένος αὐτοῖς καὶ πότε μετοικήσαντες ταύταις τοῖς χώραις, οὐ τὸ ὄνομα ἐξ αὐτῶν τῶν χωρῶν μετέσχον, ἀλλ᾿ αὐτοὶ προσεποίησαν ἐκ τῶν πρώτως ἀρξάντων καὶ κατοικησάντων. γίνονται τῷ Νῶε τρεῖς παῖδες Σήμ, Χάμ, Ἰάφεθ· ἐκ τούτων πᾶν γένος ἀνθρώπων πεπλήθυνται καὶ πᾶσα χώρα κατοικεῖται· ῥῆμα γὰρ θεοῦ ἐπ’ αὐτοὺς ἴσχυσεν εἰπόντος· »αὐξάνεσθαε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν«. τοσοῦτον δυνηθέντος ἑνὸς ῥήματος γεννῶνται ἐκ τῶν τριῶν παῖδες κατὰ γένος οβ, ἐκ μὲν τοῦ Σὴμ κݲεݲ, ἐκ δὲ Ἰάφεθ ιݲεݲ, ἐκ δὲ τοῦ Χὰμ λβ. τῷ δὲ Χὰμ γίνονται παῖδες ἐκ τῶν προειρημένων λݲβݲ οὗτοι· Χαναάν, ἐξ οὑ Χαναναῖοι, Μεστραείμ, ἐξ Αἰγύπτιοι, Χοῦς, ἐξ οὑ Αἰθίοπες, Φούδ, ἐξ οὑ Λίβυες. οὗτοι τῇ κατ αὐτοὺς φωνῇ ἕως νῦν τῇ τῶν προγόνων προσηγορίᾳ καλοῦνται· εἰς δὲ τὸ Ελληνικὸν οἷς νῦν ὀνόμασι κέκληνται ὀνομάζονται. εἰ δὲ μηδὲ τὸ οἰκεῖσθαι τὰς τούτων χώρας πρότερον ἦν μηδὲ ἀρχὴ γένους ἀνθρώπων δείκνυται, οὑτοι δὲ υἱοὶ τοῦ Νῶε ἀνδρὸς γίνονται θεοσεβοῦς, ὃς καὶ αὐτὸς μαθητὴς γεγένηται ἀνδρῶν θεοσεβῶν, οὑ χάριν διέφυγε πολλὴν ὕδατος πρόσκαιρον ἀπειλήν, πῶς οὐ προγενέστεροι ἠσαν <οἱ> θεοσεβεῖς πάντων Χαλδαίων, Ἑλλήνων, ὧν πατὴρ ἐκ τοῦ[του] Ἰάφεθ γεννᾶται, ὄνομα Ἰωύαν, οὗ Ἕλληνες καὶ Ἴωνες; εἰ δὲ τὰ περὶ φιλοσοφίαν ἀπασχοληθέντα ἔθνη πολλῷ μεταγενέστερα τοῦ τῶν θεοσεβῶν γένους καὶ κατακλυσμοῦ πάντως δείκνυται, πῶς οὐχὶ καὶ βάρβαρα καὶ ὅσα ἐν κόσμῳ γνωστά τε καὶ ἄγνωστα νεώτερα τούτων φανήσεται; τούτου τοίνυν τοῦ λόγου κρατήσαντες μάθετε Ἕλληνες, Αἰγύπτιοι, Χαλδαῖοι καὶ πᾶν γένος ἀνθρώπων, τί τὸ θεῖον καὶ <τίς> ἡ τούτου δημιουργία, παρ᾿ ἡμῶν τῶν φίλων τοῦ θεοῦ καὶ μὴ κομπολόγως τοῦτο ἠσκηκότων, ἀλλ’ ἐν ἀληθείας γνώσει καὶ ἀσκήσει σωφροσύνης εἰς ἀπόδειξιν αὐτοῦ λόγους ποιουμένων.