Ancient Greek · ~2 min
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ, Chapter 32
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 32.1-4
Not analysed yet
Θεὸς εἷς, ὁ πρῶτος καὶ μόνος καὶ ἁπάντων ποιητὴς κύριος, σύγχρονον ἔσχεν οὐδέν, οὐ χάος ἄπειρον, οὐχ ὕδωρ ἀμέτρητον ἢ γῆν στερράν, οὐχὶ ἀέρα πυκνόν, οὐ πῦρ θερμόν, οὐ πνεῦμα λεπτόν, οὐκ οὐρανοῦ μεγάλου κυανέαν ὀροφήν· ἀλλ’ ἦν εἷς μόνος ἑαυτῷ, ὃς θελήσας ἐποίησε τὰ ὄντα οὐκ ὄντα πρότερον, πλὴν ὅτι ἠθέλησε ποιεῖν ὡς ἔμπειρος ὢν τῶν ἐσομένων· πάρεστι γὰρ αὐτῷ καὶ πρόγνωσις.