Ancient Greek · ~4 min
32.2 to 32.5
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 32.2-4-5
Not analysed yet
διαφόρους δὲ τοῖς ἐσομένοις ἀρχὰς πρότερον πῦρ καὶ πνεῦμα, ὕδωρ καὶ γῆν, ἐξ ὧν διαφόρων τὴν ἑαυτοῦ ἐποίει, καὶ τὰ μὲν μονοούσια, τὰ δὲ ἐκ δύο, τά δὲ ἐκ τριῶν, τὰ δὲ ἐκ τεσσάρων συνεδέσμει. καὶ τὰ μὲν ἐξ ἑνὸς ἀθάνατα ἠν —λύσις γὰρ οὐ παρακολουθεῖ· τὸ γὰρ ὲν οὐ λυθήσεται πώποτε —,τὰ δὲ ἐκ δύο ἢ τριῶν ἢ τεσσάρων λυτά, διὸ καὶ θνητὰ ὀνομάζεται· θάνατος γὰρ τοῦτο κέκληται, ἡ τῶν δεδεμένων λύσις. ἱκανὸν οὖν νῦν τοῖς εὖ φρονοῦσιν ἀποκεκρίσθαι, οἵ, εἰ φιλομαθήσουσι καὶ τὰς τούτων οὐσίας καὶ τὰς αἰτίας τῆς κατὰ πάντα δημιουργίας ἐπιζητήσουσιν, εἴσονται ἐντυχόντες ἡμῶν βίβλῳ περιεχούσῃ Περὶ τῆς τοῦ παντὸς οὐσίας· τὸ δὲ νῦν ἱκανὸν [εἶναι] ἐκθέσθαι τὰς αἰτίας, ἃς οὐ γνόντες Ελληνες κομψῷ τῷ λόγῳ τὰ μέρη τῆς κτίσεως ἐδόξασαν τὸν κτίσαντα ἀγνοήσαντες· ὧν ἀφορμὰς σχόντες οἱ αἱρεσιάρχαι ὁμοίοις λόγοις τὰ ὑπ᾿ ἐκείνων προειρημένα μετασχηματίσαντες, αἱρέσεις καταγελάστους συνεστήσαντο.