Ancient Greek · ~4 min
ΤΟΥ ΚΑΤΑ ΠΔΣΩΝ ΑΙΠΕΣΕΩΝ ΕΑΕΓΧΟΥ ΒΙΒΔΙΟΝ >, Chapter 44
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 44-2
Not analysed yet
ταῦτα δὲ σαφηνίσασαν αὐτῷ τὴν Τετρακτὺν εἰπεῖν· θέλω δέ σοι καὶ αὐτὴν ἐπιδεῖξαι τὴν Ἀλήθειαν· κατήγαγον γὰρ αὐτὴν ἐκ τῶν ὕπερθεν δωμάτων, ἴνα ἴδῃς αὐτὴν γυμνὴν καὶ καταμάθῃς αὐτῆς τὸ κάλλος, ἀλλὰ καὶ ἀκούσῃς αὐτῆς λαλούσης καὶ θαυμάσῃς τὸ φρόνημα αὐτῆς. ὅρα οὖν κεφαλήν, φησίν, ἄνω τὸ πρῶτον ἄλφα ω, τράχηλον τὸ] δὲ βψ. ὤμους ἅμα <ἅμα χερσὶ> γχ, στήθη δέλτα φ, <διάφραγμα> ε<υ>, κοιλίαν ζτ, αἰδοῖα ησ, μηροὺς θρ, γόνατα ιπ, κνήμας κο. σφυρὰ λξ, πόδας μν. τοῦτ᾿ ἐστὶ τὸ σῶμα τῆς κατὰ τὸν Μάρκον Ἀληθείας, τοῦτο τὸ σχῆμα τοῦ στοιχείου, οὐτος ὁ χαρακτὴρ τοῦ γράμματος. καὶ καλεῖ τὸ στοιχεῖον τοῦτο Ἄνθρωπον· εἶναί τε πηγήν φησι παντὸς λόγου καὶ ἀρχὴν πάσης φωνῆς καὶ παντὸς ἀρρήτου ῥῆσιν καὶ τῆς σιωπωμένης Σιγῆς στόμα. καὶ τοῦτο <μὲν> τὸ αὐτῆς· σὺ δὲ μετάρσιον ἐγείρας (τὸ) τῆς διανοίας νόημα, τὸν <αὐτο>γεννήτορα κοὶ Προπάτορα λόγον ἀπὸ στομάτων Ἀληθείας ἄκουε.