Ancient Greek · ~3 min
ΤΟΥ ΚΑΤΑ ΠΔΣΩΝ ΑΙΠΕΣΕΩΝ ΕΑΕΓΧΟΥ ΒΙΒΔΙΟΝ >, Chapter 45
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 45-2
Not analysed yet
Ταῦτα δὲ ταύτης εἰπούσης, προσβλέψασαν αὐτῷ τὴν Ἀλήθειαν καὶ ἀνοίξασαν τὸ στόμα λαλῆσαι λόγον, τὸν δὲ λόγον ὄνομα γενέσθαι, καὶ τὸ ὄνομα εἶναι τοῦτο, ὃ γινώσκομεν καὶ λαλοῦμεν, Χριστὸν Ἰησοῦν, ὃ καὶ ὀνομάσασαν αὐτὴν παραυτίκα σιωπῆσαι. προσδοκῶντος δὲ τοῦ Μάρκου πλεῖον αὐτὴν μέλλειν τι λέγειν, πάλιν ἡ Τετρακτὺς) παρελθοῦσα εἰς τὸ μέσον φησίν· εὐήθη εὐήθη ἡγήσω τὸν λόγον τοῦτον, <ὅν> ἀπὸ στομάτων τῆς Ἀληθείας ἤκουσας; τοῦτο, ὅπερ οἶδας καὶ δοκεῖς ἔχειν πάλαι, τοῦτ᾿ ἐστὶν ὄνομα· φωνὴν γὰρ ἔχεις μόνον αὐτοῦ, τὴν δὲ δύναμιν ἀγνοεῖς. Ἰησοῦς μὲν γάρ ἐστιν ἐπίσημον ὄνομα, ἓξ ἔχον γράμματα, ὑπὸ πάντων <τῶν> τῆς ἐπικαλούμενον· τὸ δὲ παρὰ τοῖς πέντε] αἰῶσι τοῦ πληρώματος πολυμερὲς τυγχάνον ἄλλης ἐστὶ μορφῆς καὶ ἑτέρου τύπου, γινωσκόμενον ὑπ᾿ ἐκείνων τῶν συγγενῶν, ὡν τὰ μεγέθη παρ᾿ αὐτῶ ἐστι διὰ παντός.