Ancient Greek · ~2 min
<ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ, Chapter 8
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 8-2
Not analysed yet
Ἀλλ᾿ ἐπεὶ τῆς γενεαλογίας αὐτῶν τὴν διαδοχὴν ἐπεδείξαμεν, δοκεῖ λοιπὸν καὶ τῶν δογμάτων τὴν κακοδιδασκαλόαν ἐκθέσθαι, <καὶ> πρότερον τὰ Ἡρακλείτῳ τῷ σκοτεινῷ δόξαντα ἔπει<τα> καὶ τὰ τούτων μέρη Ἡρακλείτεια ὄντα φανερῶσαι, τυχὸν[τες] οἱ νῦν προστάται τῆς σἱρέσεως οὐκ ἴσασιν ὄντα τοῦ σκοτεινοῦ, νομίζοντες εἶναι Χριστοῦ. οἷς εἰ ἐνέτυχον, κἂν οὕτω δυσωπηθέντες παύσονται τῆς ἀθέου δυσφημίας. ἀλλ᾿ εἰ καὶ πρότερον ἔκκειται ὑφ᾿ ἡμῶν ἐν τοῖς Φιλοσοφουμένοις ἡ δόξα Ἡρακλείτου, ἀλλά γε δικεῖ προσαντιπαραχθῆναι καὶ νῦν, ὅπως διὰ τοῦ ἐγγίονος ἐλέγχου φανερῶς διδαχθῶσιν οἱ τούτου, νομίζοντες Χριστοῦ εἶναι μαθηταί, οὐκ ὄντες, ἀλλὰ τοῦ σκοτεινοῦ.