Ancient Greek
9.1 to 9.3
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 9.1-6-3
Not analysed yet
Ἡράκλειτος μὲν οὖν φησιν εἶναι τὸ πᾶν διαιρετὸν ἀδιαίρετον, γενητὸν ἀγένητον, θνητὸν ἀθάνατον, λόγον αἰῶνα, πατέρα υἱόν, θεὸν δίκαιον. »οὐκ ἐμοῦ ἀλλὰ τοῦ λόγου ἀκούσαντς ὁμολογεῖν σοφόν ἐστιν, ἓν πάντα εἶναι«, ὁ Ἡράκλειτός φησι· καὶ ὅτι τοῦτο οὐκ ἴσασιν πάντες οὐδὲ ὁμολογοῦσιν, ἐπιμέμφεται ὧδέ πως· »οὐ ξυνιᾶσιν ὅκως διαφερόμενον ἑωτῷ ὁμολογέει· παλίντροπος ἁρμονίη ὅκως περ τόξου καὶ λύρης. «ὅτι δὲ λόγος ἐστὶν ἀεὶ τὸ πᾶν καὶ παντὸς παντὸς ὤν, οὕτως λέγει· »τοῦ δὲ λόγου τοῦδ᾿ ἐόντος ἀεὶ ἀξύνετοι γίνονται ἄνθρωποι καὶ πρόσθεν ἢ ἀκοῦσαι καὶ ἀκούσαντες τὸ πρῶτον· γινο- μένων γὰρ πάντων κατὰ τὸν λόγον τόνδε ἀπείροισιν ἐοίκασι, πειρώμενοι καὶ ἐπέων καὶ ἔργων τοιουτέων, ὁποῖα ἐγὼ διηγεῦμαι, διαιρέων κατὰ φύσιν καὶ φράζων ὅπως ἔχει. «