Ancient Greek · ~1 min
ΒΙΒΛΙΟΝ ΟΓΔΟΟΝ., Chapter 9
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 9.1-5
Not analysed yet
Καὶ τοῦτο εἶναι δοκοῦσιν οὑτοι τὸ λελεγμένον ὑπὸ τοῦ σωτῆρος· »ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι, καὶ <τὸ> πεσὸν εἰς τὴν τὴν καλὴν καὶ ἀγαθὴν ἐποίει ὃ μὲν ἑκατόν, ὃ δὲ ἐξήκοντα, ὃ δὲ τριάκοντα. «καὶ διὰ τοῦτο εἴρηκε, φησίν· »ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω«, ὅτι ταῦτα οὐκ ἔστι πάντων ἀκούσματα.