Ancient Greek
2.241.6
Hippon Phil., Testimonia 2.241.6
Unproofread scanNot analysed yet
καὶ πᾶσαι κρήναι καὶ φρεῖατα μακρὰ νάουσιν. Κράτης δ’ ἐν β τῶν Ὀμηρικῶν δεικνύς, ὅτι Ὠκεανὸς ‘Μεγάλη θάλασσα’. “ταῦτα γάρ, φησίν, μόνως ἂν ἀρμόττοι ῥηθῆναι περὶ τῆς ἐκτὸς θαλάσσης, ἣν ἐπὶ καὶ νῦν οἱ μὲν ‘Μεγάλην θαλάτταν’ οἱ δὲ ‘Ἀτλαντικόν’ προσάγορεύουσι. ποταμὸς δὲ ποῖος ἂν δύναιτο ταύτην ἔχειν δύναμιν; καίτοι γ’ ἔνιοι [Zenodotos, Megakleides] ἐξαιροῦντες τὸν περὶ τοῦ Ὠκεανοῦ στίχον [also 195] τῷι Ἀχελώῳι περιτιθέασι ταῦτα, ὅς οὐχ ὅτι τῆς θαλάσσης μείων ἐστίν, ἀλλὰ καὶ τῶν ἐν αὐτῇι κόλπων, λέγω δὴ Τυρρηνικοῦ καὶ Ἰονίου. εἶπε δὲ τοῖς τρισίν