Ancient Greek
2.242.1
Hippon Phil., Testimonia 2.242.1
Unproofread scanNot analysed yet
[195—197], φησίν, ὅ,τι καὶ οἱ μετὰ ταῦτα φυσικοὶ συνεφώνησαν, τὸ περιέχον τὴν γῆν κατὰ τὸ πλεῖστον μέρος Ὠκεανὸν εἶναι, ἐξ οὗπερ τὸ πότιμον. Ἰππων· τὰ γὰρ ὕδατα πινόμενα πάντα ἐκ τῆς θαλάσσης ἐστίν· οὐ γὰρ δή που, τὰ φρέατα βαθύτερα ἦν, θάλασσά ἐστιν ἐξ ἧς πίνομεν· οὕτω γὰρ οὐκ ἐκ τῆς θαλάσσης τὸ ὕδωρ εἴη, ἀλλ᾽ ἄλλοθὲν ποθεν. νῦν δὲ ἡ θάλασσα βαθυτέρα ἐστὶ τῶν ὑδάτων. ὅσα οὖν καθύπερθεν τῆς θαλάσσης ἐστί. πάντα ἀπ᾽ αὐτῆς ἐστιν᾽. οὕτως τὰ αὐτὰ εἴρηκεν Ὀμήρῳ”.