Ancient Greek
1 to 2
HIPPOSTRATUS, Fragmenta 1-2
Not analysed yet
Ἱππόστρατος δέ φησιν ἐν τῷ περὶ Μίνω, Αἴγυπτον ἐκ μιᾶς γυναικὸς Εὐρυόπης τῆς Νείλου πεντήκοντα υἱοὺς γεννῆσαι. Δαναός τε ὁμοίως ἐκ μιᾶς γυναικὸς τῆς Νείλου Εὐρυόπης πεντήκοντα θυγατέρας ἔσχε. Ἱππόστρατος τὸν Αἴγυπτον ἐξ Εὐρυρρόης Νείλου μόνης υἱοὺς πεντήκοντα λέγει γεγεννηκέναι· τὰς θυγατέρας πάσας δὲ τὸν Δαναὸν ὁμοίως ἐκ τῆς Εὐρώπης θυγατρὸς τοῦ εἰρημένου Νείλου. Ex Tzetze apud Phlegontem pro Εὐρυόπης . . . Εὐρυόπης reponendum Εὐρυρρόης . . . Εὐρώπης. Ἦσαν δὲ Τιμανδρέως θυγατέρες Κοττὼ καὶ Εὐρύθεμις, ἃς ἐτίμησαν Ἡρακλεῖδαι, διὰ τὸ συναγωνίσασθαι αὐτοῖς κατὰ τὴν εἰς Πελοπόννησον ἄφιξιν, ὡς οἱ περὶ Ἱππόστρατον ἀποφαίνουσιν.