Ancient Greek
Dfhg-Source dfhg4_HIPPOSTRATUS
HIPPOSTRATUS, Fragmenta 3
Not analysed yet
Ἄβαρις, ὄνομα κύριον. Λοιμοῦ δέ φασι κατὰ πᾶσαν τὴν οἰκουμένην γεγονότος, ἀνεῖλεν ὁ Ἀπόλλων μαντευομένοις Ἕλλησι καὶ βαρβάροις τὸν Ἀθηναίων δῆμον ὑπὲρ πάντων εὐχὰς ποιεῖσθαι. Πρεσβευομένων δὲ πολλῶν ἐθνῶν πρὸς αὐτοὺς, καὶ Ἄβαριν ἐξ Ὑπερβορέων πρεσβευτὴν ἀφικέσθαι λέγουσιν. Ὁ δὲ χρόνος ἐν ᾧ παραγέγονε διαφωνεῖται· Ἱππόστρατος μὲν γὰρ κατὰ τὴν γʹ [νγʹ] αὐτὸν Ὀλυμπιάδα λέγει παραγενέσθαι, ὁ δὲ Πίνδαρος κατὰ Κροῖσον τὸν Λυδῶν βασιλέα, ἄλλοι δὲ κατὰ τὴν καʹ Ὀλυμπιάδα.