Ancient Greek
Dfhg-Source dfhg2_HIPPYS_RHEGINUS
HIPPYS RHEGINUS, Fragmenta 7
Not analysed yet
Ἵππυς (libri Ἱππίας) δὲ ὁ Ῥηγῖνος τὴν εἰλεὸν καλουμένην ἄμπελον βιβλίαν φησὶ καλεῖσθαι· ἣν Πόλλιν τὸν Ἀργεῖον, ὃς ἐβασίλευσε Συρακοσίων, πρῶτον εἰς Συρακούσας κομίσαι ἐξ Ἰταλίας. Εἴη ἂν οὖν ὁ παρὰ Σικελιώταις γλυκὺς καλούμενος Πόλλιος ὁ Βίβλινος οἶνος. Χρησμός [pro his lib. C. :ἐν τῷ χρησμῷ, φησὶν, ὁ θεὸς ηὐτομάτισε]· Πῖν ̓ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις, οὐδ ̓ ἱερὰν Ὑπέραν, ὅθι γ ̓ ἄτρυτον οἶνον ἔπινες.