Ancient Greek
Dfhg-Source dfhg2_HIPPYS_RHEGINUS
HIPPYS RHEGINUS, Fragmenta 8
Not analysed yet
Τεκμηριῶσαι τοῦτοκαὶ Ἵππυς (Ἵππευς, Ἵππους var. I.) ἱκανός. Ὃ δὲ λέγει ὁ συγγραφεὺς ὁ Ῥηγῖνος, τοιόνδε ἐστίν· γυνὴ εἶχεν ἕλμινθα, καὶ ἰάσασθαι αὐτὴν ἀπεῖπον οἱ τῶν ἰατρῶν δεινοί· οὐκοῦν εἰς Ἐπίδαυρον ἦλθεν, καὶ ἐδεῖτο τῶν θεῶν ἐξάντης γενέσθαι τοῦ συνοίκου πάθους. Οὐ παρῆν ὁ θεός· οἱ μέντοι ζάκοροι κατακλίνουσι τὴν ἄνθρωπον ἔνθα ἰᾶσθαι ὁ θεὸς εἰώθει τοὺς δεομένους· καὶ ἡ μὲν ἄνθρωπος ἡσυχάζει προσταχθεῖσα, [καὶ] οἵ γε μὴν ὑποδρῶντες τῷ θεῷ τὰ ἐς τὴν ἄσιν αὐτῇ ἐποίουν· καὶ τὴν κεφαλὴν μὲν ἀπὸ τῆς δέρης ἀφαιροῦσι, καθίησι δὲ τὴν χεῖρα ὁ ἕτερος, καὶ ἐξαιρεῖ τὴν ἕλμινθα, θηρίου μέγα τι χρῆμα· συναρμόσαι δὲ καὶ ἀποδοῦναι τὴν κεφαλὴν ἐς τὴν ἀρχαίαν ἁρμονίαν οὐκ ἐδύνατο οὐκέτι. Ὁ τοίνυν θεὸς ἀφικνεῖται, καὶ τοῖς μὲν ἐχαλέπηνεν, ὅτι ἄρα ἐπέθεντο ἔργῳ δυνατωτέρῳ τῆς ἑαυτῶν σοφίας· αὐτὸς δὲ ἀμάχῳ τινὶ καὶ θείᾳ δυνάμει ἀπέδωκε τῷ σκήνει τὴν κεφαλὴν, καὶ τὴν ξένην ἀγέστησεν.