Ancient Greek · ~5 min
Page 73
Historia Alexandri Magni, Recensio λ (Pseudo-Methodius, redactio 2) 73
Not analysed yet
οὗτος (sc. ὁ Ἀλέξανδρος) κτίζει Ἀλεξάνδρειαν τὴν μεγάλην καὶ βασιλεύει ἐν αὐτῇ ἔτη ιβʹ. οὗτος κατῆλθεν εἰς τὴν ἑῴαν καὶ ἀπέκτεινε Δαρεῖον τὸν Μῆδον καὶ κατεκυρίευσε χωρῶν πολλῶν καὶ πόλεων καὶ ἀνῆλθεν ἕως τῆς θαλάσσης τῆς ἐπονομαζομένης Ἡλιχώ. ἔνθα καὶ ἑώρακεν ἔθνη ἀκάθαρτα, καὶ εἶδεν ἐκ τῶν υἱῶν Ἰάφεθ ἀπογόνους ἐσθίοντας ἀκάθαρτα, μυσαρὰ καὶ βδελύγματα· κώνωπας καὶ μυίας καὶ ὄφεις καὶ νεκρῶν σάρκας, ἀμβλώματα, ἐκτρώματα, ἔμβρυα †σώζοντα χαρακτῆρας†, καὶ ταῦτα οὐ μόνον κτηνῶν, ἀλλὰ καὶ πᾶν εἶδος θηρίων ἀκαθάρτων. τοὺς δὲ νεκροὺς οὐκ ἔθαπτον, ἀλλ' [οἱ πλείους] ἤσθιον αὐτούς. ταῦτα δὴ πάντα συναθροίσας ὁ Ἀλέξανδρος διὰ τὰ ὑπ' αὐτῶν ἐναγῶς καὶ μυσαρῶς γινόμενα βδελύγματα †φοραθεὶς μήπως ἀφίκωνται ἐν τῇ γῇ τῇ ἁγίᾳ καὶ μιάνωσιν αὐτὴν ἐκ τῶν μιαρῶν αὐτῶν ἐπιτηδευμάτων ἐδεήθη τοῦ Θεοῦ ἐκτενῶς· καὶ προστάξει αὐτοῦ ἤγαγε πάντας αὐτοὺς καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ πάσας τὰς παρεμβολὰς αὐτῶν, καὶ ἐξήνεγκεν αὐτοὺς ἐκ τῆς γῆς αὐτῶν καὶ κατεδίωξεν ὀπίσω αὐτῶν, ἕως οὗ εἰσήλθοσαν ἐν τοῖς πέρασι τοῦ βορρᾶ. καὶ οὐκ ἔστιν οὔτε εἴσοδος οὔτε ἔξοδος ἀπὸ ἀνατολῶν ἕως δυσμῶν, δι' ἧς δυνήσεταί τις περᾶσαι ἢ εἰσελθεῖν. αὖθις οὖν παρεκάλεσε τὸν Θεὸν ὁ Ἀλέξανδρος· καὶ ἐπήκουσε τῆς δεήσεως αὐτοῦ καὶ προσέταξε Κύριος ὁ Θεὸς δύο ὄρη, ὧν ἐστιν ἡ προσηγορία Μαζοὶ τοῦ Βορρᾶ, καὶ ἐπλησίασαν ἀλλήλοις ἄχρι πηχῶν ιβʹ. καὶ κατεσκεύασε πύλας χαλκὰς καὶ ἐπέχρισεν αὐτὰς