Ancient Greek · ~3 min
Page 75
Historia Alexandri Magni, Recensio λ (Pseudo-Methodius, redactio 2) 75
Not analysed yet
ἀσύγχυτον, ἵνα ἐὰν βούλωνται ἀνοῖξαι ἐν σιδήρῳ μὴ δύνωνται ἢ διαλῦσαι αὐτὰς πυρί. ἡ γὰρ φύσις τοῦ ἀσυγχύτου οὐδὲ σιδήρου ὑφίσταται κατάλυσιν οὐδὲ πυρὸς διάλυσιν. ἐν τούτοις αὐτῶν τὴν μυσαρὰν καὶ ἀπάνθρωπον καὶ μισόθεον κατήργησε δυναστείαν, ὥστε μὴ δύνασθαι αὐτοὺς μήτε πυρὶ μήτε σιδήρῳ ἢ οἱᾳδηποτοῦν ἐπινοίᾳ τὰς τοιαύτας ἀναμοχλεῦσαι πύλας καὶ ἀποδρᾶσαι. ἐν δὲ ταῖς ἐσχάταις ἡμέραις κατὰ τὴν τοῦ Ἰεζεκιὴλ προφητείαν τὴν λέγουσαν· ἐν ταῖς ἡμέραις τῆς συντελείας τοῦ κόσμου ἐξελεύσεται Γὼγ καὶ Μαγώγ, οἵτινές εἰσιν ἔθνη καὶ βασιλεῖς, οὒς καθεῖρξεν Ἀλέξανδρος ἐν τοῖς πέρασι τοῦ βορρᾶ· Γὼγ καὶ Μαγὼγ καὶ Νανὼγ καὶ Γὴν καὶ Ἀκελιὰξ καὶ Διάφαρ, Φωτιναῖοι, Λεβαῖοι, Χαριτζίοι, οἱ Δεκέλμοι, Δερματιανοί, Χαναναῖοι, Ἀμαχάρ, Τιγάρ, Μιαδέοι, ἀνθρωποφάγοι οἱ λεγόμενοι κυνοκέφαλοι, Θαρβιοί, Ἀλανοί, Φισολονικίοι, Ἀρσιναῖοι, Ἀσαντάριοι. οὗτοι οἱ κβ βασιλεῖς καθεστήκασιν ἐν φρουρᾷ ἔνδον τῶν πυλῶν, ὧν ὁ Ἀλέξανδρος ἠσφαλίσατο.