Ancient Greek · ~5 min
Frag. IV (V)
Hyperides, Κατὰ Δημοσθένους ὑπὲρ τῶν Ἁρπαλείων Frag. IV (V)
Not analysed yet
τερατεύῃ, καὶ οὐχ ἅπασιν οἴει φανερὸν εἶναι ὅτι φάσκων ὑπὲρ τοῦ δήμου λέγειν ὑπὲρ Ἀλεξάνδρου φανερῶς ἐδημηγόρεις; ἐγὼ γὰρ οἶμαι καὶ ἔμπροσθεν γνῶναι ἅπαντας ὅτι τοῦτʼ ἐποίησας καὶ περὶ Θηβαίων καὶ περὶ τῶν ἄλλων ἁπάντων, καὶ ὅτι χρήματα εἰς ταῦτα δοθέντα ἐκ τῆς Ἀσίας αὐτὸς σαυτῷ ἰδίᾳ περιποιησάμενος κατανήλωσας τὰ πολλά, καὶ νῦν δὲ ναυτικοῖς ἐργάζῃ χρήμασιν καὶ ἐκδόσεις δίδως, καὶ πριάμενος οἰκίαν μο υπα ν τω ρωι, οὐκ οἰκεῖς ἐν Πειραιεῖ, ἀλλʼ ἐξορμεῖς ἐκ τῆς πόλεως. δεῖ δὲ τὸν δίκαιον δημαγωγὸν σωτῆρα τῆς ἑαυτοῦ πατρίδος εἶναι, μὴ δραπέτην. ἐπειδὴ δὲ νῦν Ἅρπαλος οὕτως ἐξαίφνης πρὸς τὴν Ἑλλάδα προσέπεσεν ὥστε μηδένα προαισθέσθαι, τὰ δʼ ἐν Πελοποννήσῳ καὶ τῇ ἄλλῃ Ἑλλάδι οὕτως ἔχοντα κατέλαβεν ὑπὸ τῆς ἀφίξεως τῆς Νικάνορος καὶ τῶν ἐπιταγμάτων ὧν ἧκεν φέρων παρʼ Ἀλεξάνδρου περί τε τῶν φυγάδων καὶ περὶ τοῦ τοὺς κοινοὺς συλλόγους Ἀχαιῶν τε καὶ Ἀρκάδων καὶ Βοιωτῶν ταῦτα σὺ παρεσκεύακας τῷ ψηφίσματι, συλλαβὼν τὸν Ἅρπαλον, καὶ τοὺς μὲν Ἕλληνας ἅπαντας πρεςβεύεσθαι πεποίηκας ὡς Ἀλέξανδρον, οὐκ ἔχοντας ἄλλην οὐδεμίαν ἀποςτροφήν, τοὺς δὲ ςατράπας, οἳ αὐτοὶ ἂν ἧκον ἑκόντες πρὸς ταύτην τὴν δύναμιν, ἔχοντες τὰ χρήματα καὶ τοὺς στρατιώτας ὅσους ἕκαστος αὐτῶν εἶχεν, τούτους σύμπαντας οὐ μόνον κεκώλυκας ἀποστῆναι ἐκείνου τῇ συλλήψει τῇ Ἁρπάλου, ἀλλὰ καὶ ἕκαστον αὐτῶν.