Ancient Greek
Frag. VI (VII)
Hyperides, Κατὰ Δημοσθένους ὑπὲρ τῶν Ἁρπαλείων Frag. VI (VII)
Not analysed yet
οὐ γάρ ἐστιν ὁμοίως δεινόν, εἴ τις ἔλαβεν, ἀλλʼ εἰ ὅθεν μὴ δεῖ, οὐδέ γʼ ὁμοίως ἀδικοῦσιν οἱ ἰδιῶται οἱ λαβόντες τὸ χρυσίον καὶ οἱ ῥήτορες καὶ οἱ στρατηγοί. διὰ τί; ὅτι τοῖς μὲν ἰδιώταις Ἅρπαλος ἔδωκεν φυλάττειν τὸ χρυσίον, οἱ δὲ στρατηγοὶ καὶ οἱ ῥήτορες πράξεων ἕνεκα εἰλήφασιν. οἱ δὲ νόμοι τοῖς μὲν ἀδικοῦσιν ἁπλᾶ, τοῖς δὲ δωροδοκοῦσιν δεκαπλᾶ τὰ ὀφλήματα προστάττουσιν ἀποδιδόναι· ὥσπερ οὖν τὸ τίμημα τιμῆσαι ἔστιν ἐκ τῶν νόμων τούτοις ς, οὕτω καὶ αι παρʼ ὑμῶν σι κατʼ αὐτῶν αι. ὅπερ γὰρ καὶ ἐν τῷ δήμῳ εἶπον, πολλὰ ὑμεῖς, ὦ ἄνδρες δικασταί, δίδοτε ἑκόντες τοῖς στρατηγοῖς καὶ τοῖς ῥήτορσιν ὠφελεῖσθαι, οὐ τῶν νόμων αὐτοῖς δεδωκότων τοῦτο ποιεῖν, ἀλλὰ τῆς ὑμετέρας πραότητος καὶ φιλανθρωπίας· ἓν μόνον παραφυλάττοντες, ὅπως διʼ ὑμᾶς καὶ μὴ καθʼ ὑμῶν ἔσται τὸ λαμβανόμενον. καὶ Δημοσθένη καὶ Δημάδην ἀπʼ αὐτῶν τῶν ἐν τῇ πόλει ψηφισμάτων καὶ προξενιῶν οἶμαι πλείω ἢ ἑξήκοντα τάλαντα ἑκάτερον εἰληφέναι, ἔξω τῶν βασιλικῶν καὶ τῶν παρʼ Ἀλεξάνδρον. οἷς δὲ μήτε ταῦτα ἱκανά ἐστιν μήτʼ ἐκεῖνα, ἀλλʼ ἤδη ἐπʼ αὐτῷ τῷ σώματι τῆς πόλεως δῶρα εἰλήφασι, πῶς οὐκ ἄξιον τούτους κολάζειν ἐστίν; ἀλλὰ τῶν μὲν ἰδιωτῶν ὑμῶν ἐάν τις ἀρχήν τινα ἄρχων διʼ ἄγνοιαν ἢ διʼ ἀπειρίαν ἁμάρτῃ τι, οὗτος ὑπὸ τούτων καταρρητορευθεὶς ἐν τῷ δικαστηρίῳ ἢ ἀποθανεῖται ἢ ἐκ τῆς πατρίδος ἐκπεσεῖται· αὐτοὶ δὲ τηλικαῦτα ἀδικήσαντες τὴν πόλιν οὐδεμιᾶς τιμωρίας τεύξονται; καὶ Κόνων μὲν ὁ Παιανιεύς, ὅτι ὑπὲρ τοῦ ὑοῦ ἔλαβεν τὸ θεωρικὸν ἀποδημοῦντος, πέντε δραχμῶν ἕνεκεν ἱκετεύων ὑμᾶς τάλαντον ὦφλεν ἐν τῷ δικαστηρίῳ, τούτων κατηγορούντων· καὶ Ἀριστόμαχος ἐπιστάτης γενόμενος τῆς Ἀκαδημείας, ὅτι σκαφεῖον ἐκ τῆς παλαίστρας μετενεγκὼν εἰς τὸν κῆπον τὸν αὑτοῦ πλησίον ὄντα ἐχρῆτο καὶ ἐφη