Ancient Greek · ~5 min
Frag. V (VI)
Hyperides, Κατὰ Δημοσθένους ὑπὲρ τῶν Ἁρπαλείων Frag. V (VI)
Not analysed yet
ὑπὸ δημοσθένους ἀποσταλείς, παρὰ δʼ Ὀλυμπιάδι Καλλίας ὁ Χαλκιδεύς, ὁ Ταυροσθένους ἀδελφός· τούτους γὰρ ἔγραψε Δημοσθένης Ἀθηναίους εἶναι καὶ χρῆται τούτοις πάντων μάλιστα. καὶ οὐδὲν θαυμαστόν· οὐδέποτε γὰρ οἶμαι ἐπὶ τῶν αὐτῶν μένων εἰκότως φίλους τοὺς ἀπʼ Εὐρίπου κέκτηται. εἶτα σὺ περὶ φιλίας πρὸς ἐμὲ τολμήσεις αὐτίκα μάλα λέγειν ταύτην τὴν φιλίαν διέλυσας αὐτός, ὅτε χρυσίον κατὰ τῆς πατρίδος ἔλαβες καὶ μετεβάλου. καὶ καταγέλαστον μὲν σαυτὸν ἐποίησας, κατῄσχυνας δὲ τοὺς ἐκ τῶν ἔμπροσθεν χρόνων τῶν αὐτῶν τί σοι προελομένους· καὶ ἐξὸν ἡμῖν λαμπροτάτοις εἶναι παρὰ τῷ δήμῳ καὶ τὸν ὑπόλοιπον βίον ὑπὸ δόξης χρηστῆς παραπεμφθῆναι, ἅπαντα ταῦτα ἀνέτρεψας, καὶ οὐκ αἰσχύνει νυνὶ τηλικοῦτος ὢν ὑπὸ μειρακίων κρινόμενος περὶ δωροδοκίας. καίτοι ἔδει τοὐναντίον ὑφʼ ὑμῶν παιδεύεσθαι τοὺς νεωτέρους τῶν ῥητόρων, καὶ εἴ τι προπετέστερον ἔπραττον ἐπιτιμᾶσθαι καὶ κολάζεσθαι. νῦν δὲ τοὐναντίον οἱ νέοι τοὺς ὑπὲρ ἑξήκοντα ἔτη σωφρονίζουσιν. διόπερ, ὦ ἄνδρες δικασταί, δικαίως ἂν ὀργίζοισθε Δημοσθένει, εἰ καὶ δόξης ἱκανῆς καὶ πλούτου πολλοῦ διʼ ὑμᾶς μετεσχηκὼς μηδʼ ἐπὶ γήρως ὀδῷ κήδεται τῆς πατρίδος. ἀλλʼ ὑμεῖς μὲν ᾐσχύνεσθε ἐπὶ ης υ τοὺς περιεστηκότας τῶν Ἑλλήνων, ὅτε τινῶν κατεχειροτονεῖτε, εἰ τοιούτους καὶ δημαγωγοὺς καὶ στρατηγοὺς καὶ φύλακας τῶν πραγμάτων