Ancient Greek · ~1 min
Section 5
Hyperides, Ἀπολογία ὑπὲρ Λυκόφρονος 5
Not analysed yet
ὅςτις ἂν πιστεύσαι τούτοις τοῖς λόγοις; ἀνάγκη γάρ, ὦ ἄνδρες δικασταί, πρῶτον μὲν ὀρεωκόμον καὶ προηγητὴν ἀκολουθεῖν τῷ ζεύγει, ὃ ἦγεν τὴν γυναῖκα, ἔπειτα δὲ παῖδας τοὺς προπέμποντας αὐτὴν ἀκολουθεῖν καὶ Διώξιππον· καὶ γὰρ οὗτος ἠκολούθει διὰ τὸ χήραν ἐκδίδοσθαι αὐτήν.