Ancient Greek · ~2 min
Section 6
Hyperides, Ἀπολογία ὑπὲρ Λυκόφρονος 6
Not analysed yet
εἶτʼ ἐγὼ εἰς τοῦτο ἀπονοίας ἦλθον, ὥστε ἄλλων τε τοσούτων ἀνθρώπων συνακολουθούντων καὶ Διωξίππου καὶ Εὐφραίου τοῦ προσγυμναστοῦ αὐτοῦ, οἳ τῶν Ἑλλήνων ὁμολογουμένως ἰσχυρότατοί εἰσιν, οὔτʼ ᾐσχυνόμην τοιούτους λόγους λέγων περὶ γυναικὸς ἐλευθέρας πάντων ἀκουόντων, οὔτʼ ἐδεδίειν μὴ παραχρῆμα ἀπόλωμαι πνιγόμενος; τίς γὰρ ἂν ἠνέσχετο τοιαῦτα περὶ τῆς αὑτοῦ ἀδελφῆς ἀκούων οἷά με οὗτοι αἰτιῶνται εἰρηκέναι καὶ οὐκ ἂν ἀπέκτεινε τὸν λέγοντα;