Ancient Greek · ~2 min
Section 32
Hyperides, Ὑπὲρ Εὐξενίππου ἐισαγγελίας ἀπολογία πρὸς Πολύευκτον 32
Not analysed yet
καὶ τὸ πάντων δεινότατον τῶν ἐν τῷ λόγῳ λεγομένων μένων ὑπὸ σοῦ, ὃ σὺ ᾤου λανθάνειν ὧν ἕνεκα λέγεις, οὐ λανθάνων, ὁπότε παραφθέγγοιο ἐν τῷ λόγῳ πολλάκις, ὡς πλούσιός ἐστιν Εὐξένιππος, καὶ πάλιν διαλιπών, ὡς οὐκ ἐκ δικαίου πολλὴν οὐσίαν συνείλεκται· ἃ εἰς μὲν τὸν ἀγῶνα τοῦτον οὐδὲν δήπου ἐστίν, εἴτε πολλὰ οὗτος κέκτηται εἴτε ὀλίγα, τοῦ δὲ λέγοντος κακοηθία καὶ ὑπόληψις εἰς τοὺς δικαστὰς οὐ δικαία, ὡς ἄλλοθί που οὗτοι τὴν γνώμην ἂν σχοίησαν ἢ ἐπʼ αὐτοῦ τοῦ πράγματος, καὶ πότερον ἀδικεῖ ὑμᾶς ὁ κρινόμενος ἢ οὔ.