Ancient Greek · ~1 min
Section 33
Hyperides, Ὑπὲρ Εὐξενίππου ἐισαγγελίας ἀπολογία πρὸς Πολύευκτον 33
Not analysed yet
κακῶς μοι δοκεῖς εἰδέναι, ὦ Πολύευκτε, ςύ τε καὶ οἱ ταὐτὰ γιγνώσκοντες, ὅτι οὔτε δῆμός ἐστιν οὐδὲ εἷς ἐν τῇ οἰκουμένῃ οὔτε μόναρχος οὔτε ἔθνος μεγαλοψυχότερον τοῦ δήμου τοῦ Ἀθηναίων, τοὺς δὲ συκοφαντουμένους τῶν πολιτῶν ὑπό τινων ἢ καθʼ ἕνα ἢ ἅθρους οὐ προίεται ἀλλὰ βοηθεῖ.