Ancient Greek · ~2 min
Section 18
Hyperides, Κατ᾽ Ἀθηνογένους 18
Not analysed yet
καὶ ἐὰν μέν τις ὡς ἔοικεν τῇ ἑαυτοῦ γυναικὶ πειθόμενος διαθήκας γράψῃ ἄκυροι ἔσονται, εἰ δʼ ἐγὼ τῇ Ἀθηνογένους ἑταίρᾳ ἐπείσθην, προσαπολωλέναι με δεῖ, ὃς ἔχω μεγίςτην βοήθειαν τὴν ἐν τῷ νόμῳ γεγραμμένην, ἀναγκασθεὶς ὑπὸ τούτων ταῦτα συνθέσθαι; εἶτα σὺ ταῖς συνθήκαις ἰςχυρίζῃ ἃς ἐνεδρεύσαντές με σὺ καὶ ἡ ἑταίρα σου ἐςημήνασθε, καὶ ὑπὲρ ὧν οἱ νόμοι βουλεύσεως ὑμᾶς κελεύουσιν αἰτίους εἶναι, ἐπὶ τούτοις προςλαμβάνειν τι ἀξιοῦτε. καὶ οὐχ ἱκανόν σοι ἦν τὰς τετταράκοντα μνᾶς εἰληφέναι ὑπὲρ τοῦ μυροπωλίου, ἀλλὰ καὶ πέντε τάλαντα προσαφείλου με ὥσπερ ὑπο κατειλημμένον