Ancient Greek · ~2 min
Section 19
Hyperides, Κατ᾽ Ἀθηνογένους 19
Not analysed yet
ς οὐκ ᾔδει Μίδαν αδ σθέντα αλ ς εἰς τὰ ἐν ἀγορᾷ, ἀτρέμα δʼ ἔχων ἐν τρισὶ μησὶν ἅπαντα τὰ χρέα καὶ τοὺς ἐράνους ἐπυθόμην, οὗτος δέ, ὁ ἐκ τριγονίας ὢν μυροπώλης, καθήμενος δʼ ἐν τῇ ἀγορᾷ ὅσαι ἡμέραι, τρία δὲ μυροπώλια κεκτημένος, λόγους δὲ κατὰ μῆνα λαμβάνων, οὐκ ᾔδει τὰ χρέα. ἀλλʼ ἐν μὲν τοῖς ἄλλοις οὐκ ἰδιώτης ἐστίν, πρὸς δὲ τὸν οἰκέτην οὕτως εὐήθης ἐγένετο, καί τινα μὲν τῶν χρεῶν, ὡς ἔοικεν, ᾔδει, τὰ δέ φησιν οὐκ εἰδέναι, ὅσα μὴ βούλεται.