Ancient Greek · ~2 min
Section 2
Hyperides, Κατ᾽ Ἀθηνογένους 2
Not analysed yet
καὶ ταῦτʼ ἔλεγεν σπουδάζουσά τε τῷ ἤθει ὡς ἔνι μάλιστα καὶ ὀμνύουσα τοὺς μεγίστους ὅρκους, ἦ μὴν μετʼ εὐνοίας τῆς ἐμῆς λέγειν καὶ ἐπὶ πάσης ἀληθείας· ὥστʼ ἐμέ, ὦ ἄνδρες δικασταί, ῥηθήσεται γὰρ πρὸς ὑμᾶς τἀληθές, ταῦτα πεπεῖσθαι. οὕτως, ὡς ἔοικεν, ἐξίστησιν ἀνθρώπου φύσιν ἔρως, προσλαβὼν γυναικὸς συνεργίαν. ἐκείνη γοῦν φενακίζουσα ἅπαντα ταῦτα προσπεριέκοψεν αὑτῇ ὡς δὴ εἰς παιδίσκην τριακοσίας δραχμὰς εὐνοίας ἕνεκα.