Ancient Greek · ~2 min
Section 3
Hyperides, Κατ᾽ Ἀθηνογένους 3
Not analysed yet
ἴσως μὲν οὖν, ὦ ἄνδρες δικαςταί, οὐδὲν ὑπερθαύμαστόν με ὑπὸ Ἀντιγόνας τὸν τρόπον τουτονὶ παιδαγωγηθῆναι, γυναικὸς ἣ δεινοτάτη μὲν τῶν ἑταιρῶν, ὥς φασιν, ἐφʼ ἡλικίας ἐγένετο, διατετέλεκε δὲ πορνοβοσκοῦσα εν οἶκον τοῦ Χολλίδου οὐδενὸς ἐλάττω ὄντα ἀνῄρηκεν. καίτοι ὅπου καθʼ ἑαυτὴν οὖσα τοιαῦτα διεπράττετο, τί οἴεςθʼ αὐτὴν νῦν ἐννοεῖν, προςλαβοῦσαν συναγωνιστὴν Ἀθηνογένην, ἄνθρωπον λογογράφον τε καὶ ἀγοραῖον, τὸ δὲ μέγιστον, Αἰγύπτιον;