Ancient Greek · ~2 min
Section 22
Hyperides, Κατ᾽ Ἀθηνογένους 22
Not analysed yet
ὃς εἰδὼς ὅτι πολλαὶ ὠναὶ γίγνονται ἐν τῇ πόλει ἔθηκε νόμον δίκαιον, ὡς παρὰ πάντων ὁμολογεῖται, τὰς ζημίας ἃς ἂν ἐργάσωνται οἱ οἰκέται καὶ τὰ ἀδικήματα διαλύειν τὸν δεσπότην παρʼ ᾧ ἂν ἐργάςωνται οἱ οἰκέται. εἰκότως· καὶ γὰρ ἐάν τι ἀγαθὸν πράξῃ ἢ ἐργασίαν εὕρῃ ὁ οἰκέτης τοῦ κεκτημένου αὐτὸν γίγνεται. σὺ δὲ τὸν νόμον ἀφεὶς περὶ συνθηκῶν παραβαινομένων διαλέγῃ. καὶ ὁ μὲν Σόλων οὐδʼ ὃ δικαίως ἔγραφεν ψήφισμά τις τοῦ νόμου οἴεται δεῖν κυριώτερον εἶναι, σὺ δὲ καὶ τὰς ἀδίκους συνθήκας ἀξιοῖς κρατεῖν πάντων τῶν νόμων.