Ancient Greek · ~2 min
Section 21
Hyperides, Κατ᾽ Ἀθηνογένους 21
Not analysed yet
ος καὶ οὐκ εἰλ νος καὶ τω τουτονὶ τὸν τρόπον. εἰ σὺ μὲν διὰ τὸ μὴ εἰδέναι μὴ προεῖπάς μοι πάντα τὰ χρέα, ἐγὼ δὲ ὅσα σου ἤκουσα ταῦτα μόνον οἰόμενος εἶναι τὰς συνθήκας ἐθέμην, πότερος δίκαιός ἐστιν ἐκτεῖσαι, ὁ ὕστερος πριάμενος ἢ ὁ πάλαι κεκτημένος ὅτʼ ἐδανείζετο; ἐγὼ μὲν γὰρ οἴομαι σέ. εἰ δʼ ἄρʼ ἀντιλέγομεν περὶ τούτου, διαιτητὴς ἡμῖν γενέσθω ὁ νόμος, ὃν οὐχ οἱ ἐρῶντες οὐδʼ οἱ ἐπιβουλεύοντες τοῖς ἀλλοτρίοις ἔθεσαν, ἀλλʼ ὁ δημοτικώτατος Σόλων·