Ancient Greek · ~2 min
Section 32
Hyperides, Κατ᾽ Ἀθηνογένους 32
Not analysed yet
καὶ ὑμεῖς μέν, ὦ ἄνδρες δικασταί, ἐκπεσόντας αὐτοὺς ὑπεδέξασθε καὶ πολίτας ἐποιήσασθε καὶ τῶν ὑμετέρων ἀγαθῶν πάντων μετέδοτε, ἀπομνημονεύσαντες τὴν εὐεργεσίαν τὴν πρὸς τὸν βάρβαρον διʼ ἐτῶν πλειόνων ἢ πεντήκοντα καὶ ἑκατόν, καὶ οἰόμενοι δεῖν τοὺς ἐν τοῖς κινδύνοις ὑμῖν χρησίμους γενομένους τούτους ἀτυχοῦντας περιςωθῆναι ὑφʼ ὑμῶν. οὗτος δὲ ὁ μιαρός, ὁ ἀφεὶς ὑμᾶς κἀκεῖ ἐγγραφείς, οὔτε τῆς πολιτείας οὔτε τοῦ ἤθους τῆς πόλεως οὐδὲν ἐπετήδευεν ἄξιον ἀλλʼ οὕτως ὠμῶς τοῖς ὑποδεξαμένοις αὐτὸν ἐχρήσατο ὥστε μετα το ἐν τῇ ἐκκλησίᾳκατὰ τοῦτο ραν δεδιὼς ιν κατέφυγεν.