Ancient Greek · ~1 min
Section 33
Hyperides, Κατ᾽ Ἀθηνογένους 33
Not analysed yet
καὶ ταῦτα ὅτι ἀληθῆ λέγω, ἀναγνώσεται ὑμῖν πρῶτον μὲν τὸν νόμον ὃς οὐκ ἐᾷ τοὺς μετοίκους ἐξοικεῖν ἐν τῷ πολέμῳ, ἔπειτα τὴν Τροιζηνίων μαρτυρίαν, πρὸς δὲ τούτοις τὸ τῶν Τροιζηνίων ψήφισμα ὃ ἐψηφίσαντο τῇ πόλει τῇ ὑμετέρᾳ, διʼ ὃ ὑμεῖς αὐτοὺς ὑπεδέξασθε καὶ πολίτας ἐποιήσασθε. ἀνάγνωθι. Μαρτυρία